Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.128 Joseph. AJ 17.133 (English) >>Joseph. AJ 17.138

17.131

δὲ Οὔαρος ἐπειδὴ πολλάκις ἀνακρίνων τὸν Ἀντίπατρον οὐδὲν εὑρίσκετο πλέον τῆς ἀνακλήσεως τοῦ θεοῦ, ὁρῶν ἀπέραντον ὂν τὸ γινόμενον ἐκέλευσε τὸ φάρμακον εἰς μέσους ἐνεγκεῖν, ἵνʼ εἰδῇ τὴν περιοῦσαν αὐτῷ δύναμιν. 17.132καὶ κομισθέντος τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνει κελεύσαντος Οὐάρου καὶ παραχρῆμα ἔθανεν. τότε δὲ ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου καὶ τῇ ἑξῆς ἐπʼ Ἀντιοχείας, ᾗπερ δὴ καὶ τὸ πλεῖστον ἦσαν αὐτῷ διατριβαὶ διὰ τὸ Σύροις τοῦτο βασίλειον εἶναι. Ἡρώδης δὲ παραχρῆμα μὲν ἔδησε τὸν υἱόν. 17.133ἄδηλοι δὲ τοῖς πολλοῖς ἦσαν αἱ Οὐάρου πρὸς αὐτὸν ὁμιλίαι καὶ τί εἰπὼν ἀπεληλύθει. εἰκάζετο δὲ τοῖς πολλοῖς γνώμῃ τῇ ἐκείνου πράσσειν ὁπόσα περὶ τὸν Ἀντίπατρον ἔπραξεν. δήσας δὲ αὐτὸν εἰς Ῥώμην ὡς Καίσαρα ἐκπέμπει γράμματα περὶ αὐτοῦ καὶ τοὺς ἀπὸ γλώσσης διδάξοντας τὸν Καίσαρα τὴν κακίαν τοῦ Ἀντιπάτρου καὶ Κωπωνίου γνώμη τὴν Καίσαρος. 17.134ἁλίσκεται δὲ ὑπὸ τὰς αὐτὰς ἡμέρας καὶ ἐπιστολὴ ὑπὸ Ἀντιφίλου πρὸς Ἀντίπατρον γεγραμμένη, ἐν Αἰγύπτῳ δὲ αὐτὸς διέτριβεν, καὶ λυθεῖσα ὑπὸ τοῦ βασιλέως τάδε ἐδήλου· “ἔπεμψά σοι τὴν παρʼ Ἀκμῆς ἐπιστολὴν μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς· οἶσθα γὰρ, ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. 17.135σὺ δʼ εὐτυχοίης περὶ τὸ πρᾶγμα.” καὶ μὲν ἐπιστολὴ τάδε ἐδήλου. ἐζήτει δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐπιστολήν, οὐ μὴν φανερά γε ἦν, καὶ τοῦ Ἀντιφίλου δοῦλος ὃς τὴν ἀναγνωσθεῖσαν ἔφερεν ἠρνεῖτο ἑτέραν παραλαβεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.128 Joseph. AJ 17.133 (English) >>Joseph. AJ 17.138

Powered by PhiloLogic